SOURCE: https://www.perseus.tufts.edu/hopper/text?doc=Perseus%3Atext%3A1999.01.0215%3Abook%3D1%3Awhiston+section%3D15 ; retrieved 2026-09-14 ; Josephus, Contra Apionem 1.93-102 (Greek, ed. B. Niese, Flavii Iosephi opera, Berlin 1892), Perseus Digital Library, CC BY-SA 3.0 US [ 93 ] Νυνὶ δὲ τῆς ἀρχαιότητος ταύτης παρατίθεμαι τοὺς Αἰγυπτίους μάρτυρας . πάλιν οὖν τὰ τοῦ Μανέθω πῶς ἔχει πρὸς τὴν τῶν χρόνων τάξιν ὑπογράψω . [ 94 ] φησὶ δὲ οὕτως : “ μετὰ τὸ ἐξελθεῖν ἐξ Αἰγύπτου τὸν λαὸν τῶν ποιμένων εἰς Ἱεροσόλυμα ὁ ἐκβαλὼν αὐτοὺς ἐξ Αἰγύπτου βασιλεὺς Τέθμωσις ἐβασίλευσεν μετὰ ταῦτα ἔτη εἰκοσιπέντε καὶ μῆνας τέσσαρας καὶ ἐτελεύτησεν , καὶ παρέλαβεν [ 95 ] τὴν ἀρχὴν ὁ αὐτοῦ υἱὸς Χέβρων ἔτη δεκατρία . μεθ᾽ ὃν Ἀμένωφις εἴκοσι καὶ μῆνας ἑπτά . τοῦ δὲ ἀδελφὴ Ἀμεσσὴς εἰκοσιὲν καὶ μῆνας ἐννέα . τῆς δὲ Μήφρης δώδεκα καὶ μῆνας ἐννέα . τοῦ [ 96 ] δὲ Μηφραμούθωσις εἰκοσιπέντε καὶ μῆνας δέκα . τοῦ δὲ Θμῶσις ἐννέα καὶ μῆνας ὀκτώ . τοῦ δ᾽ Ἀμένωφις τριάκοντα καὶ μῆνας δέκα . τοῦ δὲ Ὦρος τριακονταὲξ καὶ μῆνας πέντε . τοῦ δὲ θυγάτηρ Ἀκεγχερὴς δώδεκα καὶ μῆνα ἕνα . τῆς δὲ Ῥάθωτις ἀδελφὸς ἐννέα . [ 97 ] τοῦ δὲ Ἀκεγχήρης δώδεκα καὶ μῆνας πέντε . τοῦ δὲ Ἀκεγχήρης ἕτερος δώδεκα καὶ μῆνας τρεῖς . τοῦ δὲ Ἅρμαϊς τέσσαρα καὶ μῆνα ἕνα . τοῦ δὲ Ῥαμέσσης ἓν καὶ μῆνας τέσσαρας . τοῦ δὲ Ἁρμέσσης Μιαμοῦν ἑξηκονταὲξ καὶ μῆνας δύο . τοῦ δὲ Ἀμένωφις δεκαεννέα [ 98 ] καὶ μῆνας ἕξ . τοῦ δὲ Σέθως ὁ καὶ Ῥαμέσσης ἱππικὴν καὶ ναυτικὴν ἔχων δύναμιν τὸν μὲν ἀδελφὸν Ἅρμαϊν ἐπίτροπον τῆς Αἰγύπτου κατέστησεν καὶ πᾶσαν μὲν αὐτῷ τὴν ἄλλην βασιλικὴν περιέθηκεν ἐξουσίαν , μόνον δὲ ἐνετείλατο διάδημα μὴ φορεῖν μηδὲ τὴν βασιλίδα μητέρα τε τῶν τέκνων ἀδικεῖν , ἀπέχεσθαι δὲ καὶ τῶν ἄλλων βασιλικῶν παλλακίδων . [ 99 ] αὐτὸς δὲ ἐπὶ Κύπρον καὶ Φοινίκην καὶ πάλιν Ἀσσυρίους τε καὶ Μήδους στρατεύσας ἅπαντας τοὺς μὲν δόρατι , τοὺς δὲ ἀμαχητὶ φόβῳ δὲ τῆς πολλῆς δυνάμεως ὑποχειρίους ἔλαβε καὶ μέγα φρονήσας ἐπὶ ταῖς εὐπραγίαις ἔτι καὶ θαρσαλεώτερον ἐπεπορεύετο τὰς πρὸς ἀνατολὰς πόλεις τε καὶ χώρας καταστρεφόμενος . [ 100 ] χρόνου τε ἱκανοῦ γεγονότος Ἅρμαϊς ὁ καταλειφθεὶς ἐν Αἰγύπτῳ πάντα τἄμπαλιν οἷς ἀδελφὸς παρῄνει μὴ ποιεῖν ἀδεῶς ἔπραττεν : καὶ γὰρ τὴν βασιλίδα βιαίως ἔσχεν καὶ ταῖς ἄλλαις παλλακίσιν ἀφειδῶς διετέλει χρώμενος , πειθόμενος δὲ ὑπὸ τῶν φίλων [ 101 ] διάδημα ἐφόρει καὶ ἀντῆρε τῷ ἀδελφῷ . ὁ δὲ τεταγμένος ἐπὶ τῶν ἱερέων τῆς Αἰγύπτου γράψας βιβλίον ἔπεμψε τῷ Σεθώσει δηλῶν αὐτῷ πάντα καὶ ὅτι ἀντῆρεν ὁ ἀδελφὸς αὐτοῦ Ἅρμαϊς . παραχρῆμα οὖν ὑπέστρεψεν εἰς Πηλούσιον καὶ ἐκράτησεν τῆς ἰδίας βασιλείας . [ 102 ] ἡ δὲ χώρα ἐκλήθη ἀπὸ τοῦ αὐτοῦ ὀνόματος Αἴγυπτος : λέγει γάρ , ὅτι ὁ μὲν Σέθως ἐκαλεῖτο Αἴγυπτος , Ἅρμαϊς δὲ ὁ ἀδελφὸς αὐτοῦ Δαναός . Flavius Josephus. Flavii Iosephi opera. B. Niese. Berlin. We